Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.110 Dem. 20.113 (English) >>Dem. 20.115

20.111εἰ δὲ δεῖ παρὰ πάντα ταῦτʼ εἰπεῖν δίκαιον ἡγοῦμαι, ἐκεῖνʼ ἂν ἔγωγʼ εἴποιμι. οὐκ ἔστι δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς Λακεδαιμονίων νόμους οὐδὲ τοὺς Θηβαίων λέγειν ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι, οὐδὲ διʼ ὧν μὲν ἐκεῖνοι μεγάλοι τῆς ὀλιγαρχίας καὶ δεσποτείας εἰσί, κἂν ἀποκτεῖναι βούλεσθαι τὸν παρʼ ἡμῖν τούτων τι κατασκευάσαντα, διὰ δʼ ὧν παρʼ ἡμῖν δῆμος εὐδαίμων, ταῦθʼ ὡς ἀνελεῖν δεῖ λεγόντων τινῶν ἐθέλειν ἀκούειν.

20.112ἔστι τοίνυν τις πρόχειρος λόγος, ὡς ἄρα καὶ παρʼ ἡμῖν ἐπὶ τῶν προγόνων πόλλʼ ἀγάθʼ εἰργασμένοι τινὲς οὐδενὸς ἠξιοῦντο τοιούτου, ἀλλʼ ἀγαπητῶς ἐπιγράμματος ἐν τοῖς Ἑρμαῖς ἔτυχον· καὶ ἴσως τοῦθʼ ὑμῖν ἀναγνώσεται τοὐπίγραμμα. ἐγὼ δʼ ἡγοῦμαι τοῦτον τὸν λόγον, ἄνδρες Ἀθηναῖοι, κατὰ πόλλʼ ἀσύμφορον εἶναι τῇ πόλει λέγεσθαι, πρὸς δὲ καὶ οὐδὲ δίκαιον. 20.113εἰ μὲν γὰρ ἀναξίους εἶναί τις φήσει κἀκείνους τιμᾶσθαι, τίς ἄξιος, εἰπάτω, εἰ μήτε τῶν προτέρων μηδεὶς μήτε τῶν ὑστέρων· εἰ δὲ μηδένα φήσει, συναχθεσθείην ἂν ἔγωγε τῇ πόλει, εἰ μηδεὶς ἐν ἅπαντι τῷ χρόνῳ γέγονʼ ἄξιος εὖ παθεῖν. καὶ μὴν εἴ γʼ ὁμολογῶν ἐκείνους εἶναι σπουδαίους μὴ τετυχηκότας δείξει μηδενός, τῆς πόλεως ὡς ἀχαρίστου δήπου κατηγορεῖ. ἔστι δʼ οὐχ οὕτω ταῦτʼ ἔχοντα, οὐδʼ ὀλίγου δεῖ· ἀλλʼ ἐπειδάν τις οἶμαι κακουργῶν ἐπὶ μὴ προσήκοντα πράγματα τοὺς λόγους μεταφέρῃ, δυσχερεῖς ἀνάγκη φαίνεσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.110 Dem. 20.113 (English) >>Dem. 20.115

Powered by PhiloLogic